Okay, this was VERY interesting. I used the 1739 Greek with Latin translation to compare with the text at Perseus Digital Library:
1739: https://hdl.handle.net/2027/nnc1.0021…7768674761-1400
Perseus Greek (DL, Book 10): http://www.perseus.tufts.edu/hopper/text?do…0%3Achapter%3D1
Perseus English (DL, Book 10): http://www.perseus.tufts.edu/hopper/text?do…0%3Achapter%3D1
I used the Greek text to compare with each other since 1739 had 44 Principal Doctrines and Perseus (i.e., Hicks, 1972) had the "normal" 40! I wanted to see what was different. And were there differences!! Starting at 44, I had to go all the way back to PD18 to get the lists to coincide!! Some Hicks were divided by the 1739, a couple 1739's were combinations of Hicks, and so on. To follow the numbers, capital Roman numerals are the 1739. Hicks uses a modified Roman numeral system with ϝ being V (5). So, where 1739 uses XXVI for 26; Hicks would use χχϝι for 26. I'm also, in part, placing this here to serve as notes for myself and anyone else who wants to dive in to this.
Principle Doctrine Comparison: 1739 edition vs Hicks 1972 (Perseus Digital Library)
[139] [ι.] Τὸ μακάριον καὶ ἄφθαρτον οὔτε αὐτὸ πράγματα ἔχει οὔτε ἄλλῳ παρέχει, ὥστε οὔτε ὀργαῖς οὔτε χάρισι συνέχεται: ἐν ἀσθενεῖ γὰρ πᾶν τὸ τοιοῦτον. [ἐν ἄλλοις δέ φησι τοὺς θεοὺς λόγῳ θεωρητούς, οὓς μὲν κατ᾽ ἀριθμὸν ὑφεστῶτας, οὓς δὲ καθ᾽ ὁμοείδειαν ἐκ τῆς συνεχοῦς ἐπιρρύσεως τῶν ὁμοίων εἰδώλων ἐπὶ τὸ αὐτὸ ἀποτετελεσμένωι ἀνθρωποειδῶς.]
[ιι.] Ὁ θάνατος οὐδὲν πρὸς ἡμᾶς: τὸ γὰρ διαλυθὲν ἀναισθητεῖ: τὸ δ᾽ ἀναισθητοῦν οὐδὲν πρὸς ἡμᾶς.
[ιιι.] Ὅρος τοῦ μεγέθους τῶν ἡδονῶν ἡ παντὸς τοῦ ἀλγοῦντος ὑπεξαίρεσις. ὅπου δ᾽ ἂν τὸ ἡδόμενον ἐνῇ, καθ᾽ ὃν ἂν χρόνον ᾖ, οὐκ ἔστι τὸ ἀλγοῦν ἢ τὸ λυπούμενον ἢ τὸ συναμφότερον.
211 [140] [ιϝ.] Οὐ χρονίζει τὸ ἀλγοῦν συνεχῶς ἐν τῇ σαρκί, ἀλλὰ τὸ μὲν ἄκρον τὸν ἐλάχιστον χρόνον πάρεστι, τὸ δὲ μόνον ὑπερτεῖνον τὸ ἡδόμενον κατὰ σάρκα οὐ πολλὰς ἡμέρας συμμένει.212 αἱ δὲ πολυχρόνιοι τῶν ἀρρωστιῶν πλεονάζον ἔχουσι τὸ ἡδόμενον ἐν τῇ σαρκὶ ἤ περ τὸ ἀλγοῦν.
[ϝ.] Οὐκ ἔστιν ἡδέως ζῆν ἄνευ τοῦ φρονίμως καὶ καλῶς καὶ δικαίως, <οὐδὲ φρονίμως καὶ καλῶς καὶ δικαίως> ἄνευ τοῦ ἡδέως. ὅτῳ δὲ τοῦτο μὴ ὑπάρχει ἐξ οὗ ζῆν φρονίμως, καὶ καλῶς καὶ δικαίως ὑπάρχει, οὐκ ἔστι τοῦτον ἡδέως ζῆν.
213 [141] [ϝι.] Ἕνεκα τοῦ θαρρεῖν ἐξ ἀνθρώπων, ἦν κατὰ φύσιν [ἀρχῆς καὶ βασιλείας] ἀγαθόν, ἐξ ὧν ἄν ποτε τοῦθ᾽ οἷός τ᾽ ᾖ παρασκευάζεσθαι.
[ϝιι.] Ἔνδοξοι καὶ περίβλεπτοί τινες ἐβουλήθησαν γενέσθαι, τὴν ἐξ ἀνθρώπων ἀσφάλειαν οὕτω νομίζοντες περιποιήσεσθαι. ὥστ᾽ εἰ μὲν ἀσφαλὴς ὁ τῶν τοιούτων βίος, ἀπέλαβον τὸ τῆς φύσεως ἀγαθόν: εἰ δὲ μὴ ἀσφαλής, οὐκ ἔχουσιν οὗ ἕνεκα ἐξ ἀρχῆς κατὰ τὸ τῆς φύσεως οἰκεῖον ὠρέχθησαν.
[ϝιιι.] Οὐδεμία ἡδονὴ καθ᾽ ἑαυτὸ κακόν: ἀλλὰ τὰ τινῶν ἡδονῶν ποιητικὰ πολλαπλασίους ἐπιφέρει τὰς ὀχλήσεις τῶν ἡδονῶν.
214 [142] [ιχ.] Εἰ κατεπυκνοῦτο πᾶσα ἡδονή, καὶ χρόνῳ καὶ περὶ ὅλον τὸ ἄθροισμα ὑπῆρχεν ἢ τὰ κυριώτατα μέρη τῆς φύσεως, οὐκ ἄν ποτε διέφερον ἀλλήλων αἱ ἡδοναί.
[χ.] Εἰ τὰ ποιητικὰ τῶν περὶ τοὺς ἀσώτους ἡδονῶν ἔλυε τοὺς φόβους τῆς διανοίας τούς τε περὶ μετεώρων καὶ θανάτου καὶ ἀλγηδόνων, ἔτι τε τὸ πέρας τῶν ἐπιθυμιῶν ἐδίδασκεν, οὐκ ἄν ποτε εἴχομεν ὅ τι ἐμεμψάμεθα αὐτοῖς, πανταχόθεν εἰσπληρουμένοις τῶν ἡδονῶν καὶ οὐδαμόθεν οὔτε τὸ ἀλγοῦν οὔτε τὸ λυπούμενον ἔχουσιν, ὅ περ ἐστὶ τὸ κακόν.
[χι.] Εἰ μηθὲν ἡμᾶς αἱ τῶν μετεώρων ὑποψίαι ἠνώχλουν καὶ αἱ περὶ θανάτου, μή ποτε πρὸς ἡμᾶς ᾖ τι, ἔτι τε τὸ μὴ κατανοεῖν τοὺς ὅρους τῶν ἀλγηδόνων καὶ τῶν ἐπιθυμιῶν, οὐκ ἂν προσεδεόμεθα φυσιολογίας.
215 [143] [χιι.] Οὐκ ἦν τὸ φοβούμενον λύειν ὑπὲρ τῶν κυριωτάτων μὴ κατειδότα τίς ἡ τοῦ σύμπαντος φύσις, ἀλλ᾽ ὑποπτευόμενόν τι τῶν κατὰ τοὺς μύθους: ὥστε οὐκ ἦν ἄνευ φυσιολογίας ἀκεραίους τὰς ἡδονὰς ἀπολαμβάνειν.
[χιιι.] Οὐθὲν ὄφελος ἦν τὴν κατ᾽ ἀνθρώπους ἀσφάλειαν κατασκευάζεσθαι τῶν ἄνωθεν ὑπόπτων καθεστώτων καὶ τῶν ὑπὸ γῆς καὶ ἁπλῶς τῶν ἐν τῷ ἀπείρῳ.
[χιϝ.] Τῆς ἀσφαλείας τῆς ἐξ ἀνθρώπων γενομένης μέχρι τινὸς δυνάμει τε ἐξερειστικὴ216 καὶ εὐπορίᾳ εἰλικρινεστάτη γίνεται ἡ ἐκ τῆς ἡσυχίας καὶ ἐκχωρήσεως τῶν πολλῶν ἀσφάλεια.
217 [144] [χϝ.] Ὁ τῆς φύσεως πλοῦτος καὶ ὥρισται καὶ εὐπόριστός ἐστιν: ὁ δὲ τῶν κενῶν δοξῶν εἰς ἄπειρον ἐκπίπτει.
[χϝι.] Βραχέα σοφῷ τύχη παρεμπίπτει, τὰ δὲ μέγιστα καὶ κυριώτατα ὁ λογισμὸς διῴκηκε καὶ κατὰ τὸν συνεχῆ χρόνον τοῦ βίου διοικεῖ καὶ διοικήσει.
[χϝιι.] Ὁ δίκαιος ἀταρακτότατος, ὁ δ᾽ ἄδικος πλείστης ταραχῆς γέμων.
[χϝιιι.] Οὐκ ἐπαύξεται ἐν τῇ σαρκὶ ἡ ἡδονή, ἐπειδὰν ἅπαξ τὸ κατ᾽ ἔνδειαν ἀλγοῦν ἐξαιρεθῇ, ἀλλὰ μόνον ποικίλλεται. (XIX) τῆς δὲ διανοίας τὸ πέρας τὸ κατὰ τὴν ἡδονὴν ἀπεγέννησεν ἥ τε τούτων αὐτῶν ἐκλόγησις καὶ τῶν ὁμογενῶν τούτοις, ὅσα τοὺς μεγίστους φόβους παρεσκεύαζε τῇ διανοίᾳ.
XX 218 [145] [χιχ.] Ὁ ἄπειρος χρόνος ἴσην ἔχει τὴν ἡδονὴν καὶ ὁ πεπερασμένος, ἐάν τις αὐτῆς τὰ πέρατα καταμετρήσῃ τῷ λογισμῷ.
ΧΧΙ [χχ.] Ἡ(1739: Εἰ) μὲν (1739: η) σὰρξ ἀπέλαβε τὰ πέρατα τῆς ἡδονῆς ἄπειρα, καὶ ἄπειρος αὐτὴν χρόνος παρεσκεύασεν. (ΧΧΙΙ) ἡ (1739: Εἰ) δὲ διάνοια τοῦ τῆς σαρκὸς τέλους καὶ πέρατος λαβοῦσα τὸν ἐπιλογισμὸν καὶ τοὺς ὑπὲρ τοῦ αἰῶνος φόβους ἐκλύσασα τὸν παντελῆ βίον παρεσκεύασεν, καὶ οὐθὲν ἔτι τοῦ ἀπείρου χρόνου προσεδεήθη: <οὐ> μὴν ἀλλ᾽ οὔτε ἔφυγε τὴν ἡδονήν, οὐθ᾽ ἡνίκα τὴν ἐξαγωγὴν ἐκ τοῦ ζῆν τὰ πράγματα παρεσκεύαζεν, ὡς ἐλλείπουσά τι τοῦ ἀρίστου βίου κατέστρεφεν. (NOTE: The two ει's "IF" AT THE BEGINNING OF 1739'S XXI AND XXII AND HOW THEY SPLIT #20 IN PERSEUS)
ΧΧΙΙΙ 219 [146] [χχι.] Ὁ τὰ πέρατα τοῦ βίου κατειδὼς οἶδεν, ὡς εὐπόριστόν ἐστι τὸ <τὸ> ἀλγοῦν κατ᾽ ἔνδειαν ἐξαιροῦν καὶ τὸ τὸν ὅλον βίον παντελῆ καθιστάν: ὥστ᾽ οὐδὲν προσδεῖται πραγμάτων ἀγῶνας κεκτημένων.
XXIV [χχιι.] Τὸ ὑφεστηκὸς δεῖ τέλος ἐπιλογίζεσθαι καὶ πᾶσαν τὴν ἐνάργειαν, ἐφ᾽ ἣν τὰ δοξαζόμενα ἀνάγομεν: εἰ δὲ μή, πάντα ἀκρισίας καὶ ταραχῆς ἔσται μεστά. (1739 HAS SOME SPELLING DIFFERENCES: ὑφεστηκὸς < ὑφεςηκὸς; μεστά < μεςα
XXV [χχιιι.] Εἰ μάχῃ πάσαις ταῖς αἰσθήσεσιν, οὐχ ἕξεις οὐδ᾽ ἃς ἂν φῇς αὐτῶν διεψεῦσθαι πρὸς τί ποιούμενος τὴν ἀναγωγὴν κρίνῃς.
XXVI 220 [147] [χχιϝ.] Εἴ τιν᾽ ἐκβαλεῖς ἁπλῶς αἴσθησιν καὶ μὴ διαιρήσεις τὸ δοξαζόμενον κατὰ τὸ προσμένον καὶ τὸ παρὸν ἤδη κατὰ τὴν αἴσθησιν καὶ τὰ πάθη καὶ πᾶσαν φανταστικὴν ἐπιβολὴν τῆς διανοίας, συνταράξεις καὶ τὰς λοιπὰς αἰσθήσεις τῇ ματαίῳ δόξῃ, ὥστε τὸ κριτήριον ἅπαν ἐκβαλεῖς. (XXVII) εἰ δὲ βεβαιώσεις καὶ τὸ προσμένον ἅπαν ἐν ταῖς δοξαστικαῖς ἐννοίαις καὶ τὸ μὴ τὴν ἐπιμαρτύρησιν, οὐκ ἐκλείψεις τὸ διεψευσμένον: ὡς τετηρηκὼς ἔσῃ πᾶσαν ἀμφισβήτησιν κατὰ πᾶσαν κρίσιν τοῦ ὀρθῶς ἢ μὴ ὀρθῶς.
XXVIII. 221 [148] [χχϝ.] Εἰ μὴ παρὰ πάντα καιρὸν ἐπανοίσεις ἕκαστον τῶν πραττομένων ἐπὶ τὸ τέλος τῆς φύσεως, ἀλλὰ προκαταστρέψεις εἴ τε φυγὴν εἴ τε δίωξιν ποιούμενος εἰς ἄλλο τι, οὐκ ἔσονταί σοι τοῖς λόγοις αἱ πράξεις ἀκόλουθοι.
(APPEARS "OUT OF ORDER" AS ALTERNATIVE TEXT for 32 BELOW) [χχϝι.] Τῶν ἐπιθυμιῶν ὅσαι μὴ ἐπ᾽ ἀλγοῦν ἐπανάγουσιν ἐὰν μὴ συμπληρωθῶσιν, οὐκ εἰσὶν ἀναγκαῖαι ἀλλ᾽ εὐδιάχυτον τὴν ὄρεξιν ἔχουσιν, ὅταν δυσπόριστοι ἢ βλάβης ἀπεργαστικαὶ δόξωσιν εἶναι.
(NOT APPEARING AS THIS IN 1739 EDITION, see below: [χχϝιι.] Ὧν ἡ σοφία παρασκευάζεται εἰς τὴν τοῦ ὅλου βίου μακαριότητα, πολὺ μέγιστόν ἐστιν ἡ τῆς φιλίας κτῆσις.)
(NOT APPEARING AS THIS IN 1739 EDITION, see below: [χχϝιιι.] Ἡ αὐτὴ γνώμη θαρρεῖν τε ἐποίησεν ὑπὲρ τοῦ μηθὲν αἰώνιον εἶναι δεινὸν μηδὲ πολυχρόνιον, καὶ τὴν ἐν αὐτοῖς τοῖς ὡρισμένοις ἀσφάλειαν φιλίαις222 μάλιστα κατεῖδε συντελουμένην.)
(ALTERNATE TEXT for 29, combines text from χχϝιι. and χχϝιιι. from Perseus: Ὧν ἡ σοφία παρασκευάζεται εἰς τὴν τοῦ ὅλου βίου μακαριότητα, πολὺ μέγισόν ἐσιν ἡ τῆς φιλίας κτῆσις. καὶ τὴν ἐν αὐτοῖς τοῖς ὡρισμένοις ἀσφάλειαν φιλίαις μάλισα κτησει δει νομιζειιν συντελουμένην. XXIX. Ex iis, quae ad totius vitae beatitudinem sapientia comparat, longe maxima est amicitiae possessio. Et in mediocribus opibus securitatem, amicitiae possessione maxime perfici putandum est. Google Translate: Of those which wisdom brings to the happiness of the whole life, the possession of friendship is by far the greatest. And in moderate wealth security is to be thought best accomplished by the possession of friendship.)
(ALTERNATE TEXT for 30: λ'. Ἡ αυτη γνωμη θαρρειν τε εποιησεν ὑπερ του μηθεν αιωνιον ειναι δεινον, μηδε πολυχρονιον. XXX. Eadem sententia confidentiam parit, quod nullum sit aeternum malum, neque diurturnum. Google Translate: The same sentence gives birth to confidence that there is no eternal evil, nor long-lasting.)
XXXI 223 [149] [χχιχ.] Τῶν ἐπιθυμιῶν αἱ μέν εἰσι φυσικαὶ <καὶ ἀναγκαῖαι: αἱ δὲ φυσικαὶ> καὶ οὐκ ἀναγκαῖαι: αἱ δὲ οὔτε φυσικαὶ οὔτ᾽ ἀναγκαῖαι ἀλλὰ παρὰ κενὴν δόξαν γινόμεναι. [φυσικὰς καὶ ἀναγκαίας ἡγεῖται ὁ Ἐπίκουρος τὰς ἀλγηδόνος ἀπολυούσας, ὡς ποτὸν ἐπὶ δίψους: φυσικὰς δὲ οὐκ ἀναγκαίας δὲ τὰς ποικιλλούσας μόνον τὴν ἡδονήν, μὴ ὑπεξαιρουμένας δὲ τὸ ἄλγημα, ὡς πολυτελῆ σιτία: οὔτε δὲ φυσικὰς οὔτ᾽ ἀναγκαίας, ὡς στεφάνους καὶ ἀνδριάντων ἀναθέσεις.]
(ALTERNATIVE TEXT for 32: λβ'. Των επιθυμιων ὁσαι μη επ' αλγουν επαναγουσιν εαν μη συμπληρωθωσιν ουκ εισιν αναγκαιαι, αλλ' εθδιαχυτον την ὀρεξιν εχουσιν, ὁταν δυςτοριζοι, η βλαβης απργαζικαι, δοξωσιν ειναι. XXXII. Cupiditates illae; quae dolorem non inducunt, si consummatae non fuerint, non sunt necessariae: sed adpetitum habent, qui facile dissipetur, quoties paratu difficiles, aut detrimenti effectrices esse videantur. Google translate: Those desires; which do not cause pain, if they have not been completed, they are not necessary: but they have an appetite, which is easily dissipated, whenever they appear to be difficult in preparation, or productive of harm.)
XXXIII [χχχ.] Ἐν αἷς τῶν φυσικῶν ἐπιθυμιῶν, μὴ ἐπ᾽ ἀλγοῦν δὲ ἐπαναγουσῶν ἐὰν μὴ συντελεσθῶσιν, ὑπάρχει ἡ σπουδὴ σύντονος, παρὰ κενὴν δόξαν αὗται γίνονται καὶ οὐ παρὰ τὴν ἑαυτῶν φύσιν οὐ διαχέονται ἀλλὰ παρὰ τὴν τοῦ ἀνθρώπου κενοδοξίαν.
XXXIV 224 [150] [χχχι.] Τὸ τῆς φύσεως δίκαιόν ἐστι σύμβολον τοῦ συμφέροντος εἰς τὸ μὴ βλάπτειν ἀλλήλους μηδὲ βλάπτεσθαι.
XXXV [χχχιι.] Ὅσα τῶν ζῴων μὴ ἠδύνατο συνθήκας ποιεῖσθαι τὰς ὑπὲρ τοῦ μὴ βλάπτειν ἄλλα μηδὲ βλάπτεσθαι, πρὸς ταῦτα οὐθὲν ἦν δίκαιον οὐδὲ ἄδικον. ὡσαύτως δὲ καὶ τῶν ἐθνῶν ὅσα μὴ ἠδύνατο ἢ μὴ ἐβούλετο τὰς συνθήκας ποιεῖσθαι τὰς ὑπὲρ τοῦ μὴ βλάπτειν μηδὲ βλάπτεσθαι.
XXXVI [χχχιιι.] Οὐκ ἦν τι καθ᾽ ἑαυτὸ δικαιοσύνη, ἀλλ᾽ ἐν ταῖς μετ᾽ ἀλλήλων συστροφαῖς καθ᾽ ὁπηλίκους δή ποτε ἀεὶ τόπους συνθήκη τις ὑπὲρ τοῦ μὴ βλάπτειν μηδὲ βλάπτεσθαι.
XXXVII 225 [151] [χχχιϝ.] Ἡ ἀδικία οὐ καθ᾽ ἑαυτὴν κακόν, ἀλλ᾽ ἐν τῷ κατὰ τὴν ὑποψίαν φόβῳ, εἰ μὴ λήσει τοὺς ὑπὲρ τῶν τοιούτων ἐφεστηκότας κολαστάς.
XXXVIII [χχχϝ.] Οὐκ ἔστι τὸν λάθρᾳ τι κινοῦντα ὧν συνέθεντο πρὸς ἀλλήλους εἰς τὸ μὴ βλάπτειν μηδὲ βλάπτεσθαι, πιστεύειν ὅτι λήσει, κἂν μυριάκις ἐπὶ τοῦ παρόντος λανθάνῃ. μέχρι γὰρ καταστροφῆς ἄδηλον εἰ καὶ λήσει.
XXXIX [χχχϝι.] Κατὰ μὲν <τὸ> κοινὸν πᾶσι τὸ δίκαιον τὸ αὐτό, συμφέρον γάρ τι ἦν ἐν τῇ πρὸς ἀλλήλους κοινωνίᾳ: κατὰ δὲ τὸ ἴδιον χώρας καὶ ὅσων δή ποτε αἰτιῶν οὐ πᾶσι συνέπεται τὸ αὐτὸ δίκαιον εἶναι.
XL 226 [152] [χχχϝιι.] Τὸ μὲν ἐπιμαρτυρούμενον ὅτι συμφέρει ἐν ταῖς χρείαις τῆς πρὸς ἀλλήλους κοινωνίας τῶν νομισθέντων εἶναι δικαίων, ἔχει τὸν τοῦ δικαίου χαρακτῆρα, ἐάν τε τὸ αὐτὸ πᾶσι γένηται ἐάν τε μὴ τὸ αὐτό. (XLI) ἐάν δὲ νόμον θῆταί τις, μὴ ἀποβαίνῃ δὲ κατὰ τὸ συμφέρον τῆς πρὸς ἀλλήλους κοινωνίας, οὐκέτι τοῦτο τὴν τοῦ δικαίου φύσινἔχει. κἂν μεταπίπτῃ τὸ κατὰ τὸ δίκαιον συμφέρον, χρόνον δέ τινα εἰς τὴν πρόληψιν ἐναρμόττῃ, οὐδὲν ἧττον ἐκεῖνον τὸν χρόνον ἦν δίκαιον τοῖς μὴ φωναῖς κεναῖς ἑαυτοὺς συνταράττουσιν, ἀλλ᾽ ἁπλῶς εἰς τὰ πράγματα βλέπουσιν.
XLII 227 [153] [χχχϝιιι.] Ἔνθα μὴ καινῶν γενομένων τῶν περιεστώτων πραγμάτων ἀνεφάνη μὴ ἁρμόττοντα εἰς τὴν πρόληψιν τὰ νομισθέντα δίκαια ἐπ᾽ αὐτῶν τῶν ἔργων, οὐκ ἦν ταῦτα δίκαια. ἔνθα δὲ καινῶν γενομένων τῶν πραγμάτων οὐκ ἔτι συνέφερε τὰ αὐτὰ δίκαια κείμενα, ἐνταῦθα δὲ τότε μὲν ἦν δίκαια, ὅτε συνέφερεν εἰς τὴν πρὸς ἀλλήλους κοινωνίαν τῶν συμπολιτευομένων: ὕστερον δ᾽ οὐκ ἦν ἔτι δίκαια, ὅτε μὴ συνέφερεν.
XLIII 228 [154] [χχχιχ.] Ὁ τὸ μὴ θαρροῦν ἀπὸ τῶν ἔξωθεν ἄριστα συστησάμενος οὗτος τὰ μὲν δυνατὰ ὁμόφυλα κατεσκευάσατο: τὰ δὲ μὴ δυνατὰ οὐκ ἀλλόφυλά γε: ὅσα δὲ μηδὲ τοῦτο δυνατὸς ἦν, ἀνεπίμεικτος ἐγένετο, καὶ ἐξωρίσαθ᾽229 ὅσα τούτων λυσιτελῆ πράττειν.
XLIV [χλ.] Ὅσοι τὴν δύναμιν ἔσχον τοῦ τὸ θαρρεῖν μάλιστα ἐκ τῶν ὁμορούντων παρασκευάσασθαι, οὕτω καὶ ἐβίωσαν μετ᾽ ἀλλήλων ἥδιστα τὸ βεβαιότατον πίστωμα ἔχοντες, καὶ πληρεστάτην οἰκειότητα ἀπολαβόντες οὐκ ὠδύραντο ὡς πρὸς ἔλεον τὴν τοῦ τελευτήσαντος προκαταστροφήν.